Tuesday, March 23, 2010
Semonides, 片断 1
(自West转译)
小伙呀,惊雷滚滚的宙斯控制着
一切的结果,使得变成他所想要的
ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος
πάντων ὅσ' ἐστὶ καὶ τίθησ' ὅκῃ θέλει,
人没有先知先觉,而每一天
他们生活着,像牛,一点也不知道
神会怎么让每件事情结束
νοῦς δ' οὐκ ἐπ' ἀνθρώποισιν, ἀλλ' ἐπήμεροι
ἃ δὴ βοτὰ ζόουσιν, οὐδὲν εἰδότες
ὅκως ἕκαστον ἐκτελευτήσει θεός.
但每个人还是在无谓的行为
的全程,吸吮着希望、信仰,有的
等着明天,有的等着换季
ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει
ἄπρηκτον ὁρμαίνοντας· οἳ μὲν ἡμέρην
μένουσιν ἐλθεῖν, οἳ δ' ἐτέων περιτροπάς·
没有人不觉得,到了明年他就会变成
财神爷或者诸君子的偏爱
νέωτα δ' οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν
Πλούτῳ τε κἀγαθοῖσιν ἵξεσθαι φίλος.
但是有的早已被老年征服
在实现目标以前,别的人屈服于
可怕的疾病,别的战死疆场
由阎王爷护送着进到地底下去,还有的
遭了暴风雨的打,死在海里
还因为咸而紫色的深的无尽的波浪
他们在陆地上,讨不到一口饭吃
φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸν
πρὶν τέρμ' ἵκηται, τοὺς δὲ δύστηνοι βροτῶν
φθείρουσ' νοῦσοι, τοὺς δ' Ἄρει δεδμημένους
πέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός·
οἳ δ' ἐν θαλάσσῃ λαίλαπι κλονεόμενοι
καὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς
θνήσκουσιν, εὖτ' ἂν μὴ δυνήσωνται ζόειν.
还有的人把自己套在绳圈里
按照自己的选择离开了阳光
οἳ δ' ἀγχόνην ἅψαντο δυστήνῳ μόρῳ
καὐτάγρετοι λείπουσιν ἡλίου φάος.
于是没有恶事不会发生,而是有万种
我们无法预计的危险等待着
我们凡人。如果我可以的话
我们不会执着于悲伤不放,也不会一直
通过往日的悲伤来折磨自己了
οὕτω κακῶν ἄπ' οὐδέν, ἀλλὰ μυρίαι
βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι
καὶ πήματ' ἐστίν. εἰ δ' ἐμοὶ πιθοίατο,
οὐκ ἂν κακῶν ἐρῷμεν, οὐδ' ἐπ' ἄλγεσι
κακοῖv ἔχοντες θυμὸν αἰκιζοίμεθα.
